Jérémie 45
LXX

Français

Langues originales et autres

Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 45:24

24καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς.

Contexte de Jérémie 45:24

22Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον Ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου, ἀπέστρεψαν ἀπὸ σοῦ. 23καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς. 25καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι Ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς· μὴ κρύψῃς ἀφ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς ; 26καὶ ἐρεῖς αὐτοῖς Ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ιωναθαν ἀποθανεῖν ἐκεῖ.

Lire Jérémie 45 en entier

Commentaires sur Jérémie 45

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org