Septante (AT)
Jérémie 45:23
23καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.
Contexte de Jérémie 45:23
21καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέν μοι κύριος 22Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον Ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου, ἀπέστρεψαν ἀπὸ σοῦ. καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται. 24καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς. 25καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι Ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς· μὴ κρύψῃς ἀφ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς ;
Lire Jérémie 45 en entierCommentaires sur Jérémie 45
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires