Septante (AT)
Jérémie 28:57
57καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, κύριος παντοκράτωρ ὄνομα αὐτῷ.
Contexte de Jérémie 28:57
55ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς. 56ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοῖς, κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν· καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, κύριος παντοκράτωρ ὄνομα αὐτῷ. 58τάδε λέγει κύριος Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται, καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν. 59Ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τῷ προφήτῃ εἰπεῖν τῷ Σαραια υἱῷ Νηριου υἱοῦ Μαασαιου, ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλῶνα ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ, καὶ Σαραιας ἄρχων δώρων·
Lire Jérémie 28 en entierCommentaires sur Jérémie 28
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires