Septante (AT)
Jérémie 28:26
26καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ, λέγει κύριος.
Contexte de Jérémie 28:26
24καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιων κατ ὀφθαλμοὺς ὑμῶν, λέγει κύριος. 25ἰδοὺ ἐγὼ πρὸς σέ, τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον, καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ, λέγει κύριος. 27Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι, ἁγιάσατε ἐπ αὐτὴν ἔθνη, παραγγείλατε ἐπ αὐτὴν βασιλείαις Αραρατ παρ ἐμοῦ καὶ τοῖς Ασχαναζαίοις, ἐπιστήσατε ἐπ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος. 28ἁγιάσατε ἐπ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ.
Lire Jérémie 28 en entierCommentaires sur Jérémie 28
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires