Septante (AT)
Jérémie 24:3-5
3καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Ιερεμια ; καὶ εἶπα Σῦκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.
4καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
5Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ὡς τὰ σῦκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ιουδα, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά.
Commentaires sur Jérémie 24
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires