Septante (AT)
Jérémie 21:3-7
3καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας Οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα
4Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους, εἰς τὸ μέσον τῆς πόλεως ταύτης
5καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου
6καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καὶ τὰ κτήνη, ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται.
7καὶ μετὰ ταῦτα – οὕτως λέγει κύριος – δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπ αὐτοῖς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς.
Commentaires sur Jérémie 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires