Septante (AT)
Ézéchiel 35:12-15
12καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας Τὰ ὄρη Ισραηλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα·
13καὶ ἐμεγαλορημόνησας ἐπ ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα.
14τάδε λέγει κύριος Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε·
15ἔρημον ἔσῃ, ὄρος Σηιρ, καὶ πᾶσα ἡ Ιδουμαία ἐξαναλωθήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν.
Commentaires sur Ézéchiel 35
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires