Septante (AT)
Ézéchiel 35:1-6
1Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2Υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ ὄρος Σηιρ καὶ προφήτευσον ἐπ αὐτὸ
3καὶ εἰπόν Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηιρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον, καὶ ἐρημωθήσῃ,
4καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος.
5ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ Ισραηλ δόλῳ ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ ἐσχάτῳ,
6διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμά σε διώξεται.
Commentaires sur Ézéchiel 35
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires