Septante (AT)
Esther 7:7-10
7ὁ δὲ βασιλεὺς ἐξανέστη ἐκ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ Αμαν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.
8ἐπέστρεψεν δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου, Αμαν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν· εἶπεν δὲ ὁ βασιλεύς Ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου ; Αμαν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ.
9εἶπεν δὲ Βουγαθαν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα Ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Αμαν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Αμαν ξύλον πηχῶν πεντήκοντα. εἶπεν δὲ ὁ βασιλεύς Σταυρωθήτω ἐπ αὐτοῦ.
10καὶ ἐκρεμάσθη Αμαν ἐπὶ τοῦ ξύλου, ὃ ἡτοίμασεν Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ.
Commentaires sur Esther 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires