Septante (AT)

Daniel 14:8

8καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην, ἀποθανεῖσθε· ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσθίει αὐτά, ἀποθανεῖται Δανιηλ, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βηλ.

Contexte de Daniel 14:8

6καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Οὐ δοκεῖ σοι Βηλ εἶναι ζῶν θεός ; ἦ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ ἑκάστην ἡμέραν ; 7καὶ εἶπεν Δανιηλ γελάσας Μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε. καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην, ἀποθανεῖσθε· ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσθίει αὐτά, ἀποθανεῖται Δανιηλ, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βηλ. 9καὶ εἶπεν Δανιηλ τῷ βασιλεῖ Γινέσθω κατὰ τὸ ῥῆμά σου. καὶ ἦσαν ἱερεῖς τοῦ Βηλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων. 10καὶ ἦλθεν ὁ βασιλεὺς μετὰ Δανιηλ εἰς τὸν οἶκον τοῦ Βηλ.

Lire Daniel 14 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org