Septante (AT)

Daniel 14:6

6καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Οὐ δοκεῖ σοι Βηλ εἶναι ζῶν θεός ; ἦ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ ἑκάστην ἡμέραν ;

Contexte de Daniel 14:6

4καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ· Δανιηλ δὲ προσεκύνει τῷ θεῷ αὐτοῦ. 5καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ ; ὁ δὲ εἶπεν Ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Οὐ δοκεῖ σοι Βηλ εἶναι ζῶν θεός ; ἦ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ ἑκάστην ἡμέραν ; 7καὶ εἶπεν Δανιηλ γελάσας Μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε. 8καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην, ἀποθανεῖσθε· ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσθίει αὐτά, ἀποθανεῖται Δανιηλ, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βηλ.

Lire Daniel 14 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org