Septante (AT)
Daniel 14:7
7καὶ εἶπεν Δανιηλ γελάσας Μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε.
Contexte de Daniel 14:7
5καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ ; ὁ δὲ εἶπεν Ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν. 6καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Οὐ δοκεῖ σοι Βηλ εἶναι ζῶν θεός ; ἦ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ ἑκάστην ἡμέραν ; καὶ εἶπεν Δανιηλ γελάσας Μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε. 8καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην, ἀποθανεῖσθε· ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσθίει αὐτά, ἀποθανεῖται Δανιηλ, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βηλ. 9καὶ εἶπεν Δανιηλ τῷ βασιλεῖ Γινέσθω κατὰ τὸ ῥῆμά σου. καὶ ἦσαν ἱερεῖς τοῦ Βηλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων.
Lire Daniel 14 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org