Septante (AT)
Daniel 12:4-9
4καὶ σύ, Δανιηλ, ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως διδαχθῶσιν πολλοὶ καὶ πληθυνθῇ ἡ γνῶσις.
5καὶ εἶδον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν, εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ καὶ εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ.
6καὶ εἶπεν τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὰ βαδδιν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ Ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων ;
7καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὰ βαδδιν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ὕψωσεν τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τῷ ζῶντι τὸν αἰῶνα ὅτι Εἰς καιρὸν καιρῶν καὶ ἥμισυ καιροῦ· ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν χειρὸς λαοῦ ἡγιασμένου γνώσονται πάντα ταῦτα.
8καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα καὶ εἶπα Κύριε, τί τὰ ἔσχατα τούτων ;
9καὶ εἶπεν Δεῦρο, Δανιηλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι, ἕως καιροῦ πέρας·
Commentaires sur Daniel 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires