Septante (AT)

3 Maccabées 7:16

16αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ εὐφροσύνης καὶ βοῆς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ισραηλ.

Contexte de 3 Maccabées 7:16

14οὕτως τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν. 15ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι. αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ εὐφροσύνης καὶ βοῆς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ισραηλ. 17Παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν ᾗ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά, 18ἐκεῖ ἐποίησαν πότον σωτήριον τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως εἰς τὴν ἰδίαν οἰκίαν.

Lire 3 Maccabées 7 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org