Septante (AT)
3 Maccabées 7:15
15ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι.
Contexte de 3 Maccabées 7:15
13τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος ἐπιφωνήσαντες τὸ αλληλουια μετὰ χαρᾶς ἀνέλυσαν. 14οὕτως τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν. ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι. 16αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ εὐφροσύνης καὶ βοῆς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ισραηλ. 17Παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν ᾗ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά,
Lire 3 Maccabées 7 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org