Septante (AT)
3 Maccabées 7:14
14οὕτως τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν.
Contexte de 3 Maccabées 7:14
12ὁ δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τόπον μετὰ παρρησίας ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως. 13τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος ἐπιφωνήσαντες τὸ αλληλουια μετὰ χαρᾶς ἀνέλυσαν. οὕτως τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν. 15ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι. 16αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ εὐφροσύνης καὶ βοῆς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ισραηλ.
Lire 3 Maccabées 7 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org