Septante (AT)

3 Maccabées 5:39

39οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες προεφέροντο τάδε

Contexte de 3 Maccabées 5:39

37τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν προστάττειν, ἀθλιώτατε ; 38τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ιουδαίων ἀφανισμόν. οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες προεφέροντο τάδε 40Βασιλεῦ, μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα ; 41ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι.

Lire 3 Maccabées 5 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org