Septante (AT)
3 Maccabées 5:41
41ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι.
Contexte de 3 Maccabées 5:41
39οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες προεφέροντο τάδε 40Βασιλεῦ, μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα ; ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι. 42ὅθεν ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληθυνθεὶς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ιουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρ οὐδὲν ἡγούμενος ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους, 43ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρηνέα ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν.
Lire 3 Maccabées 5 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org