Septante (AT)
3 Maccabées 5:37
37τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν προστάττειν, ἀθλιώτατε ;
Contexte de 3 Maccabées 5:37
35οἵ τε Ιουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες τὸν ἐπιφανῆ θεὸν κύριον βασιλέα τῶν βασιλέων ᾔνουν καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες. 36Κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον εἰς εὐφροσύνην τραπῆναι παρεκάλει. τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν προστάττειν, ἀθλιώτατε ; 38τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ιουδαίων ἀφανισμόν. 39οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες προεφέροντο τάδε
Lire 3 Maccabées 5 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org