2 Samuel 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 21:18-22

18καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γεθ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξεν Σεβοχα ὁ Αστατωθι τὸν Σεφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα.

19καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.

20καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ. καὶ ἦν ἀνὴρ μαδων, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες ἀριθμῷ, καί γε αὐτὸς ἐτέχθη τῷ Ραφα.

21καὶ ὠνείδισεν τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σεμει ἀδελφοῦ Δαυιδ.

22οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γεθ τῷ Ραφα οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.

Lire 2 Samuel 21 en entier

Commentaires sur 2 Samuel 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org