Septante (AT)
2 Samuel 13:15-22
15καὶ ἐμίσησεν αὐτὴν Αμνων μῖσος μέγα σφόδρα, ὅτι μέγα τὸ μῖσος, ὃ ἐμίσησεν αὐτήν, ὑπὲρ τὴν ἀγάπην, ἣν ἠγάπησεν αὐτήν. καὶ εἶπεν αὐτῇ Αμνων Ἀνάστηθι καὶ πορεύου.
16καὶ εἶπεν αὐτῷ Θημαρ Μή, ἄδελφε, ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, ἣν ἐποίησας μετ ἐμοῦ, τοῦ ἐξαποστεῖλαί με. καὶ οὐκ ἠθέλησεν Αμνων ἀκοῦσαι τῆς φωνῆς αὐτῆς.
17καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἐξαποστείλατε δὴ ταύτην ἀπ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς.
18καὶ ἐπ αὐτῆς ἦν χιτὼν καρπωτός, ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν· καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτῆς·
19καὶ ἔλαβεν Θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ αὐτῆς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα.
20καὶ εἶπεν πρὸς αὐτὴν Αβεσσαλωμ ὁ ἀδελφὸς αὐτῆς Μὴ Αμνων ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ ; καὶ νῦν, ἀδελφή μου, κώφευσον, ὅτι ἀδελφός σού ἐστιν· μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι εἰς τὸ ῥῆμα τοῦτο. καὶ ἐκάθισεν Θημαρ χηρεύουσα ἐν οἴκῳ Αβεσσαλωμ τοῦ ἀδελφοῦ αὐτῆς.
21καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα· καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα Αμνων τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτόν, ὅτι πρωτότοκος αὐτοῦ ἦν.
22καὶ οὐκ ἐλάλησεν Αβεσσαλωμ μετὰ Αμνων ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ, ὅτι ἐμίσει Αβεσσαλωμ τὸν Αμνων ἐπὶ λόγου οὗ ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτοῦ.
Commentaires sur 2 Samuel 13
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires