Septante (AT)

2 Maccabées 2:9

9διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ.

Contexte de 2 Maccabées 2:9

7ὡς δὲ ὁ Ιερεμιας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι Καὶ ἄγνωστος ὁ τόπος ἔσται, ἕως ἂν συναγάγῃ ὁ θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται· 8καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεφέλη, ὡς ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως. διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ. 10καθὼς καὶ Μωυσῆς προσηύξατο πρὸς κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν, οὕτως καὶ Σαλωμων προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα. 11καὶ εἶπεν Μωυσῆς Διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώθη.

Lire 2 Maccabées 2 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org