Septante (AT)

2 Maccabées 2:11

11καὶ εἶπεν Μωυσῆς Διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώθη.

Contexte de 2 Maccabées 2:11

9διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ. 10καθὼς καὶ Μωυσῆς προσηύξατο πρὸς κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν, οὕτως καὶ Σαλωμων προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα. καὶ εἶπεν Μωυσῆς Διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώθη. 12ὡσαύτως καὶ ὁ Σαλωμων τὰς ὀκτὼ ἡμέρας ἤγαγεν. 13ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμιαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων βιβλία καὶ προφητῶν καὶ τὰ τοῦ Δαυιδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων.

Lire 2 Maccabées 2 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org