Septante (AT)
2 Chroniques 21:6-13
6καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ισραηλ, ὡς ἐποίησεν οἶκος Αχααβ, ὅτι θυγάτηρ Αχααβ ἦν αὐτοῦ γυνή, καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου.
7καὶ οὐκ ἐβούλετο κύριος ἐξολεθρεῦσαι τὸν οἶκον Δαυιδ διὰ τὴν διαθήκην, ἣν διέθετο τῷ Δαυιδ, καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
8ἐν ταῖς ἡμέραις ἐκείναις ἀπέστη Εδωμ ἀπὸ τοῦ Ιουδα καὶ ἐβασίλευσαν ἐφ ἑαυτοὺς βασιλέα.
9καὶ ᾤχετο Ιωραμ μετὰ τῶν ἀρχόντων καὶ πᾶσα ἡ ἵππος μετ αὐτοῦ· καὶ ἐγένετο καὶ ἠγέρθη νυκτὸς καὶ ἐπάταξεν Εδωμ τὸν κυκλοῦντα αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.
10καὶ ἀπέστη ἀπὸ Ιουδα Εδωμ ἕως τῆς ἡμέρας ταύτης· τότε ἀπέστη Λομνα ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ, ὅτι ἐγκατέλιπεν κύριον θεὸν τῶν πατέρων αὐτοῦ.
11καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν πόλεσιν Ιουδα καὶ ἐξεπόρνευσεν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ καὶ ἀπεπλάνησεν τὸν Ιουδαν.
12καὶ ἦλθεν αὐτῷ ἐγγραφὴ παρὰ Ηλιου τοῦ προφήτου λέγων Τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου Ἀνθ ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ιωσαφατ τοῦ πατρός σου καὶ ἐν ὁδοῖς Ασα βασιλέως Ιουδα
13καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ισραηλ καὶ ἐξεπόρνευσας τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ, ὡς ἐξεπόρνευσεν οἶκος Αχααβ, καὶ τοὺς ἀδελφούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας,
Commentaires sur 2 Chroniques 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires