Septante (AT)
1 Samuel 21:10-15
10καὶ εἶπεν ὁ ἱερεύς Ἰδοὺ ἡ ῥομφαία Γολιαθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ηλα, καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ σεαυτῷ, λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπεν Δαυιδ Ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.
11καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυιδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαουλ. Καὶ ἦλθεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεθ.
12καὶ εἶπαν οἱ παῖδες Αγχους πρὸς αὐτόν Οὐχὶ οὗτος Δαυιδ ὁ βασιλεὺς τῆς γῆς ; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ ;
13καὶ ἔθετο Δαυιδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεθ.
14καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.
15καὶ εἶπεν Αγχους πρὸς τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρός με ;
Commentaires sur 1 Samuel 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires