Septante (AT)
1 Rois 21:40
40καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ Ἰδοὺ καὶ τὰ ἔνεδρα, παρ ἐμοὶ ἐφόνευσας.
Contexte de 1 Rois 21:40
38καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ. 39καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με Φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις· καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ Ἰδοὺ καὶ τὰ ἔνεδρα, παρ ἐμοὶ ἐφόνευσας. 41καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος. 42καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.
Lire 1 Rois 21 en entierCommentaires sur 1 Rois 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires