1 Rois 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 21:16-26

16καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ, αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ αὐτοῦ.

17καὶ ἐξῆλθον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας.

18καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται, συλλάβετε αὐτοὺς ζῶντας, καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλάβετε αὐτούς·

19καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν

20ἐπάταξεν ἕκαστος τὸν παρ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ αὐτοῦ, καὶ ἔφυγεν Συρία, καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ· καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ ἵππου ἱππέως.

21καὶ ἐξῆλθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ.

22καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶθι καὶ ἰδὲ τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ.

23Καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον Θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ εὐθύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς.

24καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ αὐτῶν σατράπας,

25καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως.

26καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ.

Lire 1 Rois 21 en entier

Commentaires sur 1 Rois 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org