1 Rois 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 21:10-24

10καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.

11καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός.

12καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς μετ αὐτοῦ ἐν σκηναῖς· καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν.

13Καὶ ἰδοὺ προφήτης εἷς προσῆλθεν τῷ βασιλεῖ Ισραηλ καὶ εἶπεν Τάδε λέγει κύριος Εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον ; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος.

14καὶ εἶπεν Αχααβ Ἐν τίνι ; καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν Αχααβ Τίς συνάψει τὸν πόλεμον ; καὶ εἶπεν Σύ.

15καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν υἱὸν δυνάμεως, ἑξήκοντα χιλιάδας.

16καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ, αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ αὐτοῦ.

17καὶ ἐξῆλθον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας.

18καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται, συλλάβετε αὐτοὺς ζῶντας, καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλάβετε αὐτούς·

19καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν

20ἐπάταξεν ἕκαστος τὸν παρ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ αὐτοῦ, καὶ ἔφυγεν Συρία, καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ· καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ ἵππου ἱππέως.

21καὶ ἐξῆλθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ.

22καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶθι καὶ ἰδὲ τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ.

23Καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον Θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ εὐθύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς.

24καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ αὐτῶν σατράπας,

Lire 1 Rois 21 en entier

Commentaires sur 1 Rois 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org