Septante (AT)
1 Esdras 1:3
3καὶ εἶπεν τοῖς Λευίταις, ἱεροδούλοις τοῦ Ισραηλ, ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν Σαλωμων ὁ τοῦ Δαυιδ ὁ βασιλεύς Οὐκ ἔσται ὑμῖν ἆραι ἐπ ὤμων αὐτήν·
Contexte de 1 Esdras 1:3
1Καὶ ἤγαγεν Ιωσιας τὸ πασχα ἐν Ιερουσαλημ τῷ κυρίῳ αὐτοῦ καὶ ἔθυσεν τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου 2στήσας τοὺς ἱερεῖς κατ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου. καὶ εἶπεν τοῖς Λευίταις, ἱεροδούλοις τοῦ Ισραηλ, ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν Σαλωμων ὁ τοῦ Δαυιδ ὁ βασιλεύς Οὐκ ἔσται ὑμῖν ἆραι ἐπ ὤμων αὐτήν· 4καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ισραηλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμων τοῦ υἱοῦ αὐτοῦ 5καὶ στάντες ἐν τῷ ἱερῷ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἐν τάξει
Lire 1 Esdras 1 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org