Septante (AT)

1 Esdras 1:2

2στήσας τοὺς ἱερεῖς κατ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου.

Contexte de 1 Esdras 1:2

1Καὶ ἤγαγεν Ιωσιας τὸ πασχα ἐν Ιερουσαλημ τῷ κυρίῳ αὐτοῦ καὶ ἔθυσεν τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου στήσας τοὺς ἱερεῖς κατ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου. 3καὶ εἶπεν τοῖς Λευίταις, ἱεροδούλοις τοῦ Ισραηλ, ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν Σαλωμων ὁ τοῦ Δαυιδ ὁ βασιλεύς Οὐκ ἔσται ὑμῖν ἆραι ἐπ ὤμων αὐτήν· 4καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ισραηλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμων τοῦ υἱοῦ αὐτοῦ

Lire 1 Esdras 1 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org