Septante (AT)
1 Esdras 1:5
5καὶ στάντες ἐν τῷ ἱερῷ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἐν τάξει
Contexte de 1 Esdras 1:5
3καὶ εἶπεν τοῖς Λευίταις, ἱεροδούλοις τοῦ Ισραηλ, ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν Σαλωμων ὁ τοῦ Δαυιδ ὁ βασιλεύς Οὐκ ἔσται ὑμῖν ἆραι ἐπ ὤμων αὐτήν· 4καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ισραηλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμων τοῦ υἱοῦ αὐτοῦ καὶ στάντες ἐν τῷ ἱερῷ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἐν τάξει 6θύσατε τὸ πασχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πασχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῇ. 7καὶ ἐδωρήσατο Ιωσιας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις.
Lire 1 Esdras 1 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org