Septante (AT)
1 Chroniques 4:39-43
39καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν·
40καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν.
41καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.
42καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι, καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν·
43καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
Commentaires sur 1 Chroniques 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires