1 Chroniques 27
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 27:1-9

1Καὶ υἱοὶ Ισραηλ κατ ἀριθμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες.

2καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Ιεσβοαμ ὁ τοῦ Ζαβδιηλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες·

3ἀπὸ τῶν υἱῶν Φαρες ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου.

4καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδια ὁ Εχωχι, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως.

5ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναιας ὁ τοῦ Ιωδαε ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες·

6αὐτὸς Βαναιας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Αμιζαβαθ υἱὸς αὐτοῦ.

7ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ασαηλ ὁ ἀδελφὸς Ιωαβ καὶ Ζαβδιας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

8ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαωθ ὁ Ιεσραε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες.

9ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Οδουιας ὁ τοῦ Εκκης ὁ Θεκωίτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

Lire 1 Chroniques 27 en entier

Commentaires sur 1 Chroniques 27

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org