Septante (AT)
1 Chroniques 25:5-8
5πάντες οὗτοι υἱοὶ τῷ Αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας, καὶ ἔδωκεν ὁ θεὸς τῷ Αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς.
6πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ Ασαφ καὶ Ιδιθων καὶ Αιμανι.
7καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν κυρίῳ, πᾶς συνίων, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.
8καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.
Commentaires sur 1 Chroniques 25
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires