1 Chroniques 24
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 24:5-19

5καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ·

6καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ.

7καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ιαριβ, τῷ Ιδεια ὁ δεύτερος,

8τῷ Χαρημ ὁ τρίτος, τῷ Σεωριμ ὁ τέταρτος,

9τῷ Μελχια ὁ πέμπτος, τῷ Μιαμιν ὁ ἕκτος,

10τῷ Κως ὁ ἕβδομος, τῷ Αβια ὁ ὄγδοος,

11τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Σεχενια ὁ δέκατος,

12τῷ Ελιασιβ ὁ ἑνδέκατος, τῷ Ιακιμ ὁ δωδέκατος,

13τῷ Οχχοφφα ὁ τρισκαιδέκατος, τῷ Ισβααλ ὁ τεσσαρεσκαιδέκατος,

14τῷ Βελγα ὁ πεντεκαιδέκατος, τῷ Εμμηρ ὁ ἑκκαιδέκατος,

15τῷ Χηζιρ ὁ ἑπτακαιδέκατος, τῷ Αφεσση ὁ ὀκτωκαιδέκατος,

16τῷ Φεταια ὁ ἐννεακαιδέκατος, τῷ Εζεκηλ ὁ εἰκοστός,

17τῷ Ιαχιν ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμουλ ὁ δεύτερος καὶ εἰκοστός,

18τῷ Δαλαια ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαι ὁ τέταρτος καὶ εἰκοστός.

19αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ααρων πατρὸς αὐτῶν, ὡς ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ.

Lire 1 Chroniques 24 en entier

Commentaires sur 1 Chroniques 24

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org