1 Chroniques 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 21:2-14

2καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως Πορεύθητε ἀριθμήσατε τὸν Ισραηλ ἀπὸ Βηρσαβεε καὶ ἕως Δαν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.

3καὶ εἶπεν Ιωαβ Προσθείη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο ; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ισραηλ.

4τὸ δὲ ῥῆμα τοῦ βασιλέως ἐκραταιώθη ἐπὶ τῷ Ιωαβ. καὶ ἐξῆλθεν Ιωαβ καὶ διῆλθεν ἐν παντὶ ὁρίῳ Ισραηλ καὶ ἦλθεν εἰς Ιερουσαλημ.

5καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυιδ, καὶ ἦν πᾶς Ισραηλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ Ιουδας τετρακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν.

6καὶ τὸν Λευι καὶ τὸν Βενιαμιν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ιωαβ.

7Καὶ πονηρὸν ἐφάνη ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξεν τὸν Ισραηλ.

8καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν Ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.

9καὶ ἐλάλησεν κύριος πρὸς Γαδ ὁρῶντα Δαυιδ λέγων

10Πορεύου καὶ λάλησον πρὸς Δαυιδ λέγων Οὕτως λέγει κύριος Τρία αἴρω ἐγὼ ἐπὶ σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.

11καὶ ἦλθεν Γαδ πρὸς Δαυιδ καὶ εἶπεν αὐτῷ Οὕτως λέγει κύριος Ἔκλεξαι σεαυτῷ

12ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι, ἢ τρεῖς ἡμέρας ῥομφαίαν κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ισραηλ· καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον.

13καὶ εἶπεν Δαυιδ πρὸς Γαδ Στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.

14καὶ ἔδωκεν κύριος θάνατον ἐν Ισραηλ, καὶ ἔπεσον ἐξ Ισραηλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.

Lire 1 Chroniques 21 en entier

Commentaires sur 1 Chroniques 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org