Septante (AT)
1 Chroniques 17:17-20
17καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, ὁ θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με, κύριε ὁ θεός.
18τί προσθήσει ἔτι Δαυιδ πρὸς σὲ τοῦ δοξάσαι ; καὶ σὺ τὸν δοῦλόν σου οἶδας.
19καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.
20κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν.
Commentaires sur 1 Chroniques 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires