Septante (AT)
Sagesse 8:11
11ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι·
Contexte de Sagesse 8:11
9ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν καὶ παραίνεσις φροντίδων καὶ λύπης. 10ἕξω δι αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος· ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι· 12σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν. 13ἕξω δι αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ ἐμὲ ἀπολείψω.
Lire Sagesse 8 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org