Septante (AT)
Sagesse 19:9
9ὡς γὰρ ἵπποι ἐνεμήθησαν καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνοῦντές σε, κύριε, τὸν ῥυσάμενον αὐτούς.
Contexte de Sagesse 19:9
7ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη, ἐκ δὲ προυφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη, ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου· 8δι οὗ πανεθνεὶ διῆλθον οἱ τῇ σῇ σκεπαζόμενοι χειρὶ θεωρήσαντες θαυμαστὰ τέρατα. ὡς γὰρ ἵπποι ἐνεμήθησαν καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνοῦντές σε, κύριε, τὸν ῥυσάμενον αὐτούς. 10ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν, πῶς ἀντὶ μὲν γενέσεως ζῴων ἐξήγαγεν ἡ γῆ σκνῖπα, ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆθος βατράχων. 11ἐφ ὑστέρῳ δὲ εἶδον καὶ γένεσιν νέαν ὀρνέων, ὅτε ἐπιθυμίᾳ προαχθέντες ᾐτήσαντο ἐδέσματα τρυφῆς·
Lire Sagesse 19 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org