Septante (AT)

Sagesse 19:7

7ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη, ἐκ δὲ προυφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη, ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου·

Contexte de Sagesse 19:7

5καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράσῃ, ἐκεῖνοι δὲ ξένον εὕρωσι θάνατον. 6ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωθεν διετυποῦτο ὑπηρετοῦσα ταῖς σαῖς ἐπιταγαῖς, ἵνα οἱ σοὶ παῖδες φυλαχθῶσιν ἀβλαβεῖς. ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη, ἐκ δὲ προυφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη, ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου· 8δι οὗ πανεθνεὶ διῆλθον οἱ τῇ σῇ σκεπαζόμενοι χειρὶ θεωρήσαντες θαυμαστὰ τέρατα. 9ὡς γὰρ ἵπποι ἐνεμήθησαν καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνοῦντές σε, κύριε, τὸν ῥυσάμενον αὐτούς.

Lire Sagesse 19 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org