Septante (AT)

Sagesse 18:3

3ἀνθ ὧν πυριφλεγῆ στῦλον ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες.

Contexte de Sagesse 18:3

1Τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν φῶς· ὧν φωνὴν μὲν ἀκούοντες μορφὴν δὲ οὐχ ὁρῶντες, ὅτι μὲν οὐ κἀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον, 2ὅτι δ οὐ βλάπτουσιν προηδικημένοι, ηὐχαρίστουν καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο. ἀνθ ὧν πυριφλεγῆ στῦλον ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες. 4ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι φωτὸς καὶ φυλακισθῆναι σκότει οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου, δι ὧν ἤμελλεν τὸ ἄφθαρτον νόμου φῶς τῷ αἰῶνι δίδοσθαι. 5Βουλευσαμένους δ αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια καὶ ἑνὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος εἰς ἔλεγχον τὸ αὐτῶν ἀφείλω πλῆθος τέκνων καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρῷ.

Lire Sagesse 18 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org