Septante (AT)
Sagesse 18:19
19οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες δι ὃ κακῶς πάσχουσιν ἀπόλωνται.
Contexte de Sagesse 18:19
17τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶν ἐξετάραξαν αὐτούς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι, 18καὶ ἄλλος ἀλλαχῇ ῥιφεὶς ἡμίθνητος δι ἣν ἔθνῃσκον αἰτίαν ἐνεφάνιζεν· οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες δι ὃ κακῶς πάσχουσιν ἀπόλωνται. 20Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου, καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους. ἀλλ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή· 21σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν τὸ τῆς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας· ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ δεικνὺς ὅτι σός ἐστιν θεράπων·
Lire Sagesse 18 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org