Septante (AT)

Sagesse 18:17

17τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶν ἐξετάραξαν αὐτούς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι,

Contexte de Sagesse 18:17

15ὁ παντοδύναμός σου λόγος ἀπ οὐρανῶν ἐκ θρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων 16καὶ στὰς ἐπλήρωσεν τὰ πάντα θανάτου καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δ ἐπὶ γῆς. τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶν ἐξετάραξαν αὐτούς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι, 18καὶ ἄλλος ἀλλαχῇ ῥιφεὶς ἡμίθνητος δι ἣν ἔθνῃσκον αἰτίαν ἐνεφάνιζεν· 19οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες δι ὃ κακῶς πάσχουσιν ἀπόλωνται.

Lire Sagesse 18 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org