Septante (AT)

Sagesse 11:19

19ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς, ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι.

Contexte de Sagesse 11:19

17οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας 18ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους ἤτοι πυρπνόον φυσῶντας ἄσθμα ἢ βρόμον λικμωμένους καπνοῦ ἢ δεινοὺς ἀπ ὀμμάτων σπινθῆρας ἀστράπτοντας, ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς, ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι. 20καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου· ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας. 21τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε, καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται ;

Lire Sagesse 11 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org