Septante (AT)
Sagesse 11:16
16ἵνα γνῶσιν ὅτι, δι ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.
Contexte de Sagesse 11:16
14ὃν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες, ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν οὐχ ὅμοια δικαίοις διψήσαντες. 15ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν, ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ, ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζῴων εἰς ἐκδίκησιν, ἵνα γνῶσιν ὅτι, δι ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται. 17οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας 18ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους ἤτοι πυρπνόον φυσῶντας ἄσθμα ἢ βρόμον λικμωμένους καπνοῦ ἢ δεινοὺς ἀπ ὀμμάτων σπινθῆρας ἀστράπτοντας,
Lire Sagesse 11 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org