Septante (AT)
Sagesse 10:9
9σοφία δὲ τοὺς θεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο.
Contexte de Sagesse 10:9
7ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά, ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός. 8σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά, ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον, ἵνα ἐν οἷς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσιν. σοφία δὲ τοὺς θεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο. 10αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις· ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων· εὐπόρησεν αὐτὸν ἐν μόχθοις καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ· 11ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη καὶ ἐπλούτισεν αὐτόν·
Lire Sagesse 10 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org