Septante (AT)

Tobie 8:6

6σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.

Contexte de Tobie 8:6

4ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν Ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα, ἵνα ἡμᾶς ἐλεήσῃ ὁ κύριος. 5καὶ ἤρξατο Τωβιας λέγειν Εὐλογητὸς εἶ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου. σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ. 7καὶ νῦν, κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλ ἐπ ἀληθείας· ἐπίταξον ἐλεῆσαί με καὶ ταύτῃ συγκαταγηρᾶσαι. 8καὶ εἶπεν μετ αὐτοῦ Αμην.

Lire Tobie 8 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org