Septante (AT)

Tobie 8:16

16εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ ἡμῶν.

Contexte de Tobie 8:16

14καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ. 15καὶ εὐλόγησεν Ραγουηλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σύ, ὁ θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας. εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ ἡμῶν. 17εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους. 18ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.

Lire Tobie 8 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org