Septante (AT)

Tobie 8:15

15καὶ εὐλόγησεν Ραγουηλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σύ, ὁ θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας.

Contexte de Tobie 8:15

13καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρεν τοὺς δύο καθεύδοντας. 14καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ. καὶ εὐλόγησεν Ραγουηλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σύ, ὁ θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας. 16εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ ἡμῶν. 17εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους.

Lire Tobie 8 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org