Septante (AT)
Tobie 7:8
8καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα.
Contexte de Tobie 7:8
6καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου· καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐλυπήθη καὶ ἔκλαυσεν. 7καὶ Εδνα ἡ γυνὴ αὐτοῦ καὶ Σαρρα ἡ θυγάτηρ αὐτοῦ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως. καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα. 9Εἶπεν δὲ Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε, λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ, καὶ τελεσθήτω τὸ πρᾶγμα. 10καὶ μετέδωκεν τὸν λόγον τῷ Ραγουηλ. καὶ εἶπεν Ραγουηλ πρὸς Τωβιαν Φάγε καὶ πίε καὶ ἡδέως γίνου· σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν· πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν.
Lire Tobie 7 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org